Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.107 Joseph. AJ 18.111 (English) >>Joseph. AJ 18.115

18.109

Ἐν τούτῳ δὲ στασιάζουσιν Ἀρέτας τε Πετραῖος βασιλεὺς καὶ Ἡρώδης διὰ τοιαύτην αἰτίαν· Ἡρώδης τετράρχης γαμεῖ τὴν Ἀρέτα θυγατέρα καὶ συνῆν χρόνον ἤδη πολύν. στελλόμενος δὲ ἐπὶ Ῥώμης κατάγεται ἐν Ἡρώδου ἀδελφοῦ ὄντος οὐχ ὁμομητρίου· ἐκ γὰρ τῆς Σίμωνος τοῦ ἀρχιερέως θυγατρὸς Ἡρώδης ἐγεγόνει. 18.110ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τούτου γυναικός, θυγάτηρ δὲ ἦν Ἀριστοβούλου καὶ οὗτος ἀδελφὸς αὐτῶν, Ἀγρίππου δὲ ἀδελφὴ τοῦ μεγάλου, τολμᾷ λόγων ἅπτεσθαι περὶ γάμου. καὶ δεξαμένης συνθῆκαι γίνονται μετοικίσασθαι παρʼ αὐτόν, ὁπότε ἀπὸ Ῥώμης παραγένοιτο. ἦν δὲ ἐν ταῖς συνθήκαις ὥστε καὶ τοῦ Ἀρέτα τὴν θυγατέρα ἐκβαλεῖν. 18.111καὶ μὲν εἰς τὴν Ῥώμην ἔπλει ταῦτα συνθέμενος. ἐπεὶ δὲ ἐπανεχώρει διαπραξάμενος ἐν τῇ Ῥώμῃ ἐφʼ ἅπερ ἔσταλτο, γυνὴ πύστεως αὐτῇ τῶν πρὸς τὴν Ἡρωδιάδα συνθηκῶν γενομένης πρὶν ἔκπυστος αὐτῷ γενέσθαι τὰ πάντα ἐκμαθοῦσα κελεύει πέμπειν αὐτὴν ἐπὶ Μαχαιροῦντος, μεθόριον δʼ ἐστὶ τῆς τε Ἀρέτα καὶ Ἡρώδου ἀρχῆς, γνώμην οὐκ ἐκφαίνουσα τὴν αὐτῆς. 18.112καὶ Ἡρώδης ἐξέπεμψεν μηδὲν ᾐσθῆσθαι τὴν ἄνθρωπον προσδοκῶν. δέ, προαπεστάλκει γὰρ ἐκ πλείονος εἰς τὸν Μαχαιροῦντα τῷ τε πατρὶ αὐτῆς ὑποτελεῖ, πάντων εἰς τὴν ὁδοιπορίαν ἡτοιμασμένων ὑπὸ τοῦ στρατηγοῦ ἅμα τε παρῆν καὶ ἀφωρμᾶτο εἰς τὴν Ἀραβίαν κομιδῇ τῶν στρατηγῶν ἐκ διαδοχῆς παρῆν τε ὡς τὸν πατέρα τάχος καὶ αὐτῷ τὴν Ἡρώδου διάνοιαν ἔφραζεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.107 Joseph. AJ 18.111 (English) >>Joseph. AJ 18.115

Powered by PhiloLogic